Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.137 Joseph. AJ 19.142 (English) >>Joseph. AJ 19.147

19.139εἰσπιπτόντων τε ἤδη βοὴ τοῦ θεάτρου ῥήγνυται καθʼ ἱκετείαν τρεπομένου τῶν στρατιωτῶν, ὡς πάντων ἀγνοίας αὐτῇ γενομένης καὶ τῶν βουλευθέντων τοῖς ἐπαναστᾶσιν, εἰ δή τις καὶ γέγονεν ἐπανάστασις, καὶ τῶν γεγονότων. 19.140φείδεσθαι οὖν καὶ μὴ τόλμης ἀλλοτρίας παρὰ τῶν οὐδʼ ἐν αἰτίᾳ γενομένων ἀπολαμβάνειν τιμωρίαν, παρέντας ἐρεύνην τῶν πεπραχότων τι καὶ πεπραγμένον εἴη καταστῆναι. 19.141καὶ οἱ μὲν ταῦτά τε καὶ περαιτέρω μετὰ δακρύων καὶ τύψεως προσώπων ἐπιθειάζοντες καὶ ποτνιώμενοι ὁπόσα ἀνεδίδασκεν αὐτοὺς κίνδυνος ἑστὼς πλησίον, καὶ ὡς ἄν τις ἀγωνιζόμενος περὶ τῆς ψυχῆς εἴποι τι, ἔλεγον. 19.142θραύεται δὲ τῶν στρατιωτῶν πρὸς ταῦτα ὀργὴ καὶ μεταμελῆσαν αὐτοῖς τοῦ ἐπὶ τοῖς θεωροῖς βουλεύματος, ὠμόν τε γὰρ ἦν τοῦτο καὶ ἐκείνοις καίπερ ἐξηγριωκόσιν ἐδόκει, τὰς κεφαλὰς τῶν περὶ τὸν Ἀσπρήναν ἐπὶ τὸν βωμὸν ἀπερεισαμένοις. 19.143πρὸς ἃς μειζόνως ἔπαθον οἱ θεωροὶ λογισμῷ τε ἀξιώσεως τῶν ἀνδρῶν καὶ ἐλέῳ τοῦ πάθους, ὥστε παρʼ ὀλίγον καὶ αὐτοῖς οὐδὲν ἐλλιπεστέρως τὰ τῶν κινδύνων ὁμιλήσαντα ἐπανασεσεῖσθαι, ὧν ἄδηλον εἶναι τὴν συμφορὰν εἴπερ εἰς τέλος φευχθῆναι δύναιτʼ ἄν. 19.144ὥστε κἂν εἴ τινες τῶν προθύμως μισούντων καὶ μετὰ δίκης τὸν Γάιον ἀφαιρεῖσθαι τῶν ἐπʼ αὐτῷ εὐφροσυνῶν τῆς χώρας, διὰ τὸ ἐν ῥοπῇ μὲν τοῦ συναπολουμένου γεγονέναι, τὸ δὲ πιστὸν τοῦ περιεῖναι μηδέπω καὶ τότε ἐχέγγυον συνελθεῖν.


Flavius Josephus, Antiquities of the Jews (XML Header) [genre: prose] [word count] [lemma count] [Joseph. AJ].
<<Joseph. AJ 19.137 Joseph. AJ 19.142 (English) >>Joseph. AJ 19.147

Powered by PhiloLogic